Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 206-2
Not analysed yet
καίτοι τὸ μὲν ἐρρωμενέστερον, ὁὁ ταῦρος, ἐν τῇ τάξει τῶν καθαρῶν ζῴων ἀναγράφεται, τὸ δ’ ἀσθενέστερον, ὁὁ ὄνος, ἐν τῇ τῶν μὴ καθαρῶν. ἀλλ’ ὅμως καὶ τοῖς χείροσιν εἶναι δοκοῦσιν οὐκ ἐφθόνησεν ὠφελείας τῆς ἀπὸ τοῦ δικαίου, πρὸς ἀναγκαιοτάτην μάθησιν, ὥς γ’ οἶμαι, δικαστῶν, ἵνα μηδὲν ἐν ταῖς κρίσεσιν ἐλαττῶσι τοὺς δυσγενεῖς ἐν οἷς οὐ γένους ἀλλ’ ἀρετῆς ἢ κακίας ἐστὶν ἐξέτασις.