Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 222-2
Not analysed yet
εἰρήνη γάρ, κἂν ᾖ σφόδρα ἐπιζήμιος, λυσιτελεστέρα πολέμου. ἐὰν δὲ πρὸς ἀπόνοιαν ἀποτείνωνται θρασυνόμενοι, ῥωσθέντες ταῖς προθυμίαις, ἔχοντες καὶ τὴν τοῦ δικαίου συμμαχίαν ἀήττητον, ἐφορμάτωσαν τὰς ἑλεπόλεις τοῖς τείχεσιν ἐφιστάντες, εἶτα μέρη τούτων παραρρήξαντες ἐπεισχείσθωσαν ἀθρόοι καὶ βάλλοντες μὲν τοῖς δορατίοις εὐστόχως ἐπιστροφάδην δὲ τοῖς ξίφεσιν ἀναιροῦντες ἀφειδῶς ἀμυνέσθωσαν, ἃ παθεῖν ἐμέλλησαν διατιθέντες, ἄχρις ἂν τὸν ἀντιτεταγμένον ἅπαντα στρατὸν ἡβηδὸν καταστορέσωσιν.