Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 223-2
Not analysed yet
ἄργυρον δὲ καὶ χρυσὸν καὶ τὴν ἄλλην λείαν λαβόντες [καὶ] τὴν πόλιν ἐμπρησάτωσαν πῦρ προσαγαγόντες, ἕνεκα τοῦ μηδ’ αὖθίς ποτε δυνηθῆναι τὴν αὐτὴν πόλιν διαπνεύσασαν ἐγερθῆναι καὶ στασιάσαι καὶ ὑπὲρ τοῦ νουθετῆσαι φόβῳ τοὺς ὁμόρους, ἐπειδὴ τοῖς ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκονται σωφρονεῖν· παρθένους δὲ καὶ γυναῖκας μεθέσθωσαν, μηδὲν τῶν ὅσα νεωτερίζει πόλεμος ἐξ αὐτῶν πείσεσθαι προσδοκῶντες ἕνεκα φυσικῆς ἀσθενείας τετιμημένων ἀστρατείᾳ.