Ancient Greek
224 to 231
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 224-2-231
Not analysed yet
ἐξ οὗ δῆλον ὅτι τὸ Ἰουδαίων ἔθνος ἔνσπονδον μὲν καὶ φίλον πᾶσι τοῖς ὁμογνώμοσι καὶ τὴν προαίρεσιν εἰρηνικοῖς ἐστιν, οὐ μὴν εὐκαταφρόνητον, ὡς τοῖς ἄρχουσι χειρῶν ἀδίκων ὑπ’ ἀνανδρίας ἐνδιδόναι, διακρίνει δ’, ὁπότε πρὸς ἄμυναν ἴοι, τοὺς ἐπιβούλως ζῶντας καὶ τοὐναντίον· τὸ γὰρ κατὰ πάντων καὶ τῶν ἐλάχιστα ἢ μηδὲν ἡμαρτηκότων φονᾶν εἴποιμ’ ἂν ἀνημέρου καὶ ἀτιθάσου ψυχῆς καὶ τὸ προσθήκην ἀνδρῶν πόλεμον κατασκευασάντων ποιεῖσθαι γυναῖκας, ὧν ὁ βίος εἰρηνικὸς φύσει καὶ κατοικίδιος. τοσοῦτον δ’ ἔρωτα δικαιοσύνης ἐνεργάζεται τοῖς κατ’ αὐτὸν πολιτευομένοις, ὥστ’ οὐδὲ πόλεως ἐχθρᾶς τὴν ἀρετῶσαν γῆν ἐφίησι λυμαίνεσθαι δῃοῦντας ἢ δενδροτομοῦντας ἐπὶ φθορᾷ καρπῶν. „τί“ γάρ φησι "τοῖς ἀψύχοις μὲν τὴν δὲ φύσιν ἡμέροις καὶ ἡμέρους καρποὺς ἀπογεννῶσι μνησικακεῖς; μὴ γάρ, ὦ οὗτος, ἀνθρώπου πολεμίου δυσμένειαν ἐπιδείκνυται δένδρον, ὡς ἀνθ’ ὧν διατίθησιν ἢ διατιθέναι παρεσκεύασται ῥίζαις αὐταῖς ἀνασπᾶσθαι; τοὐναντίον δὲ ὠφελεῖ παρέχον τοῖς νενικηκόσιν ἀφθονίαν τῶν ἀναγκαίων καὶ τῶν πρὸς ἁβροδίαιτον βίον· οὐ γὰρ ἄνθρωποι μόνον δασμοὺς φέρουσι τοῖς κυρίοις, ἀλλὰ καὶ φυτὰ τοὺς ὠφελιμωτέρους κατὰ τὰς ἐτησίους ὥρας, ὧν ἄνευ ζῆν οὐκ ἔστιν. “ἀγόνων δὲ καὶ ἐστειρωμένων καὶ τῶν ὅσα τῆς ἀγρίας ὕλης ἔστω μηδεμία φειδὼ τοῖς ἐθέλουσι τέμνειν εἰς χαρακώματα καὶ σταυροὺς καὶ σκόλοπας τάφροις καί, ὁπότε δέοι, κλιμάκων καὶ πύργων ξυλίνων κατασκευάς· εἰς γὰρ ταῦτα καὶ τὰ τούτοις ὅμοια γένοιτ’ ἂν αὐτῶν χρεία προσήκουσα. Τὰ μὲν οὖν εἰς δικαιοσύνην ἀναφερόμενα εἴρηται. δικαιοσύνην δ’ αὐτὴν τίς ἂν ἀξίως ποιητὴς ἢ λογογράφος ὑμνῆσαι δύναιτο παντὸς ἐπαίνου καὶ παντὸς ἐγκωμίου κρείττονα καθεστῶσαν; ἓν γοῦν τὸ πρεσβύτατον ἀγαθὸν αὐτῆς, ἡ εὐγένεια, κἂν τἄλλα τις παραλιπὼν ἡσυχάζῃ, γένοιτ’ ἂν αὐταρκέστατος ἔπαινος. ἔστι γὰρ ἰσότης, ὡς οἱ τὰ φύσεως ἀκριβοῦντες ἡμῖν παρέδοσαν, μήτηρ δικαιοσύνης. ἰσότης δὲ φῶς ἄσκιον, ἥλιος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, νοητός, ἐπειδὴ καὶ τοὐναντίον ἀνισότης, ἐν ᾗ τό τε ὑπερέχον καὶ τὸ ὑπερεχόμενον, σκότους ἀρχή τε καὶ πηγή.