Ancient Greek
232 to 234
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 232-2-234
Not analysed yet
πάντα ἰσότης τά τε κατ’ οὐρανὸν καὶ τὰ ἐπὶ γῆς εὖ διετάξατο νόμοις καὶ θεσμοῖς ἀκινήτοις. τίς γὰρ ἀγνοεῖ τοῦθ’, ὅτι ἡλίῳ μεμέτρηνται πρὸς νύκτας ἡμέραι καὶ πρὸς ἡμέρας νύκτες ἰσότητι διαστημάτων ἀναλογούντων; τὰς μὲν καθ’ ἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ συμβεβηκότος προσαγορευομένας ἰσημερίας, ἐαρινήν τε καὶ μετοπωρινήν, οὕτως ἡ φύσις ἐτράνωσεν, ὡς καὶ τοὺς ἀμουσοτάτους αἰσθάνεσθαι τῆς ἐν τοῖς μεγέθεσιν ἡμερῶν πρὸς νύκτας ἰσότητος. τί δέ, σελήνης περίοδοι διαυλοδρομούσης ἀπὸ συνόδου μέχρι πλησιφαοῦς καὶ ἀπὸ τελείας ἐπὶ σύνοδον ἆρ’ οὐ διαστημάτων ἰσότητι μεμέτρηνται; καθ’ ὅσα γὰρ καὶ ἡλίκα αἱ συναυξήσεις, κατὰ τοσαῦτα καὶ τηλικαῦτα αἱ μειώσεις ἐπ’ ἀμφοτέραις ἰδέαις τοῦ ποσοῦ, τῇ τε κατὰ πλῆθος καὶ τῇ κατὰ μέγεθος.