Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 32-3
Not analysed yet
μέγιστον οὖν ἀδίκημα δρῶν ὁ παρακαταθήκην ἀρνούμενος μὴ ἀγνοείτω, ψεύσας μὲν ἐλπίδος τὸν ἐπιτρέψαντα, μοχθηρὰ δ’ ἤθη κατασκεπάσας λόγοις ἐπιεικέσιν, ἀπιστίαν δὲ καθυποκρινάμενος νόθην πίστιν, ἀσυμβάτους ἀποφήνας δεξιὰς καὶ ἀτελεῖς ὅρκους· ὡς ἀνθρωπείων τε καὶ θείων ὠλιγωρηκέναι καὶ διττὰς ἀρνεῖσθαι παρακαταθήκας, τὴν μὲν τοῦ τὰ οἰκεῖα ἐπιτρέψαντος, τὴν δὲ τοῦ ἀψευδεστάτου μάρτυρος, ὃς τὰ πάντων ἐφορᾷ καὶ τὰ πάντων ἐπακούει καὶ προαιρουμένων καὶ μὴ θελόντων.