Ancient Greek · ~6 min
33 to 38
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 33-4-38
Not analysed yet
ἐὰν δ’ ὁ μὲν λαβὼν ὡς ἱερὸν χρῆμα παρακαταθήκην ἄψαυστον οἴηται δεῖν φυλάττειν, σέβων ἀλήθειάν τε καὶ πίστιν, οἱ δὲ τῶν ἀλλοτρίων ἔφεδροι βαλαντιοτόμοι καὶ τοιχωρύχοι παρεισφθαρέντες ὑφέλωνται, συλληφθέντες ἐκτινέτωσαν ἐπιτίμια διπλᾶ [τὰ κλεπτῶν εὑρεθέντα]. εἰ δὲ μὴ συλληφθεῖεν οὗτοι, προσίτω γνώμῃ ἑκουσίῳ ὁ λαβὼν εἰς τὸ θεῖον δικαστήριον καὶ ἀνατείνας τὰς χεῖρας εἰς οὐρανὸν ὀμνύτω κατ’ ἐξωλείας ἑαυτοῦ, μήτε τι μέρος τῆς παρακαταθήκης νοσφίσασθαι μήτε ἑτέρῳ κοινοπραγῆσαι μήτε ὅλως συνεπιψεύσασθαι κλοπὴν οὐ γενομένην· ἄτοπον γὰρ ἢ τὸν μηδὲν ἠδικηκότα ζημιοῦν ἢ τὸν συνδραμόντα εἰς φίλου πίστιν ὑφ’ ἑτέρων ἀδικηθέντα βλάβης αἴτιον ἐκείνῳ γενέσθαι. παρακαταθῆκαι δ’ οὐ μόνον ἐν ἀψύχοις εἰσίν, ἀλλὰ καὶ ζῴοις, ὧν διττὸς ὁ κίνδυνος, ὁ μὲν πρὸς τὰ ἄψυχα κοινὸς διὰ κλοπῆς, ὁ δὲ ἴδιος καὶ ἐξαίρετος διὰ θανάτου. λέλεκται μὲν οὖν περὶ τοῦ προτέρου, χρὴ δὲ καὶ περὶ τοῦ δευτέρου προσνομοθετεῖν. ἐὰν οὖν ἐν παρακαταθήκῃ θρέμματα τελευτήσῃ, μεταπεμψάσθω τὸν ἐπιτρέψαντα ὁ λαβὼν καὶ ἐπιδεικνύτω, φαύλης ὑπονοίας ῥυόμενος ἑαυτόν· εἰ δὲ ἔκδημος ὢν τυγχάνοι, καλεῖν μὲν ἑτέρους οὐχ ἁρμόττον, οὓς λανθάνειν ἐσπούδασεν ἴσως ὁ πιστεύσας, ὀμνύναι δ’ ἀναγκαῖον ἐπανήκοντι περὶ τοῦ μὴ ἐπισκιάζειν ἐψευσμένῳ θανάτῳ νοσφισμὸν ἄδικον. ἐὰν δὲ λάβῃ τις μὴ ὡς παρακαταθήκην ἀλλ’ ἕνεκα τοῦ χρήσασθαι δεόμενος σκεῦος ἢ ζῷον, ἔπειτα [εἰ τὰ] ἀμφότερα κλαπῇ ἢ τὸ ζῷον ἀποθάνῃ, συνδιατρίβοντος μὲν τοῦ χρήσαντος ὁ λαβὼν ὑπόδικος οὐκ ἂν γένοιτο, τοῦ μὴ σκήπτεσθαι μάρτυρι χρώμενος ἐκείνῳ, μὴ συνδιατρίβοντος δὲ ἀποτινύτω. διὰ τί; ὅτι ἐνδέχεται μὴ παρόντος τοῦ κυρίου τὸν χρώμενον ἢ πόνοις ἀποτρῦσαι συνεχέσι τὸ ζῷον, ὡς ἀποκτεῖναι, ἢ παραρρῖψαι τὸ σκεῦος ὀλιγωρήσαντα τοῦ ἀλλοτρίου, ταμιεύειν δέον καὶ μὴ παρέχειν εὐμάρειαν εἰς ὑφαίρεσιν κλέπταις.