Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 39-2
Not analysed yet
Ἀκολουθίαν δ’ εἰ καί τις ἄλλος δεινὸς ὢν θεάσασθαι πραγμάτων ἀπαγορεύσεις ἐπαλλήλους ἑξῆς νομοθετεῖ, στοχαζόμενος εἱρμοῦ καὶ συνῳδὰ τοῖς προτέροις τὰ ἑπόμενα συνυφαίνων. τὴν δὲ τῶν λέγεσθαι μελλόντων ἁρμονίαν χρησμῷ θεσπισθῆναί φησιν ἐκ προσώπου τοῦ θεοῦ τὸν τρόπον τοῦτον· „οὐ κλέψετε καὶ οὐ ψεύσεσθε καὶ οὐ συκοφαντήσετε τοὺς πλησίον ὑμῶν· καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ τὸ ἐμὸν ὄνομα οὐ βεβηλώσετε“ (Lev. 19,11. 12)· παγκάλως καὶ σφόδρα παιδευτικῶς·