Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 59-2
Not analysed yet
Κελεύει δὴ πρῶτον ὁ νόμος τῷ δικαστῇ μὴ παραδέχεσθαι ἀκοὴν ματαίαν. τί δὲ τοῦτ’ ἐστίν; ἔστω, φησίν, ὦ οὗτος, τὰ ὦτά σου κεκαθαρμένα· καθαρθήσεται δέ, ἐὰν νάμασι σπουδαίων λόγων συνεχῶς ἐπαντλῆται, τὰς ματαίους καὶ πεπατημένας καὶ χλεύης ἀξίας μυθογράφων ἢ μιμολόγων ἢ τυφοπλαστῶν τὰ μηδενὸς ἄξια σεμνοποιούντων μακρὰς ῥήσεις μὴ προσιέμενα.