Ancient Greek · ~6 min
93 to 98
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 93-98
Not analysed yet
θυμῷ δὲ τὰ στέρνα, τῇ μὲν ἵνα στρατιώτου τρόπον θώρακα ἀμπεχόμενος, εἰ καὶ μὴ ἀπαθὴς ἐν πᾶσιν, ἀλλά τοι δυσάλωτος ᾖ, τῇ δ’ ἵνα καὶ πλησίον τοῦ νοῦ παρῳκισμένος ὑπὸ τοῦ γείτονος ὠφελῆται, κατεπᾴδοντος αὐτὸν φρονήσει καὶ πραϋπαθῆ κατασκευάζοντος, ἐπιθυμίᾳ δὲ τὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ καλούμενον διάφραγμα χῶρον· ἔδει γὰρ αὐτὴν ἥκιστα μετέχουσαν λογισμοῦ πορρωτάτω τῶν βασιλείων αὐτοῦ διῳκίσθαι, μόνον οὐκ ἐπ’ ἐσχατιαῖς, καὶ πάντων ἀπληστότατον καὶ ἀκολαστότατον οὖσαν θρεμμάτων ἐμβόσκεσθαι τόποις, ἐν οἷς τροφαί τε καὶ ὀχεῖαι. πρὸς ἅ μοι δοκεῖ πάντα ἀπιδὼν ὁ ἱερώτατος Μωυσῆς ἐκδύσασθαι τὸ πάθος καὶ μυσαξάμενος ὡς αἴσχιστον καὶ τῶν αἰσχίστων αἴτιον ἀπεῖπεν ἐν τοῖς μάλιστα τὴν ἐπιθυμίαν ὥς τινα τῆς ψυχῆς ἑλέπολιν, ἧς ἀναιρεθείσης ἢ πειθαρχούσης κυβερνήτῃ λογισμῷ πάντα διὰ πάντων εἰρήνης, εὐνομίας, ἀγαθῶν τελείων, ἀναπεπλήσεται πρὸς εὐδαίμονος βίου παντέλειαν. φιλοσύντομος δ’ ὢν καὶ εἰωθὼς ἐπιτέμνειν τὰ ἀπερίγραφα τῷ πλήθει παραδειγματικῇ διδασκαλίᾳ μίαν τὴν περὶ γαστέρα πραγματευομένην ἐπιθυμίαν ἄρχεται νουθετεῖν τε καὶ παιδεύειν, ὑπολαμβάνων καὶ τὰς ἄλλας οὐκέθ’ ὁμοίως ἀφηνιάσειν, ἀλλὰ σταλήσεσθαι τῷ τὴν πρεσβυτάτην καὶ ὡς ἡγεμονίδα μεμαθηκέναι τοῖς σωφροσύνης νόμοις πειθαρχεῖν. τίς οὖν ἡ διδασκαλία τῆς ἀρχῆς; συνεκτικώτατα δύο ἐστίν, ἐδωδὴ καὶ πόσις. ἑκάτερον αὐτῶν οὐκ ἀνῆκεν, ἀλλ’ ἐπεστόμισε διατάγμασι καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς φιλανθρωπίαν καὶ —τὸ μέγιστον —πρὸς εὐσέβειαν ἀγωγοτάτοις. Ἀπάρχεσθαι γὰρ ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων καὶ τῶν ἄλλων κελεύει καὶ τὰς ἀπαρχὰς διανέμειν εἴς τε θυσίας καὶ τοὺς ἱερωμένους, τὰς μὲν ἕνεκα εὐχαριστίας τῆς πρὸς θεὸν ὑπὲρ εὐγονίας καὶ εὐφορίας ἁπάντων, τοὺς δ’ ἕνεκα τῆς περὶ τὸ ἱερὸν ἁγιστείας, μισθὸν ληψομένους τῶν περὶ τὰς ἱερουργίας ὑπηρεσιῶν.