Ancient Greek · ~1 min
Section 117
Philo Judaeus, In Flaccum 117
Not analysed yet
οὐδὲν δὲ τῶν ἐν ἑορτῇ συνόλως ἀπετελεῖτο, τῶν μὲν ἀρχόντων ἔτι καθειργμένων μετὰ τὰς ἀνηκέστους καὶ ἀφορήτους αἰκίας καὶ ὕβρεις, τῶν δὲ ἰδιωτῶν τάς τε ἐκείνων συμφορὰς ἅπαντος τοῦ ἔθνους κοινὰς νομιζόντων καὶ ἐπὶ ταῖς ἐξαιρέτοις, ἃς ἰδίᾳ ἕκαστος ὑπέμεινεν, οὐ μετρίως κατηφούντων.