Ancient Greek · ~1 min
Section 186
Philo Judaeus, In Flaccum 186
Not analysed yet
ὅθεν συναισθόμενος ἐφ’ ὃ σπεύδουσι —μαντικώτατον γὰρ ἡ ἑκάστου ψυχή, καὶ μάλιστα τῶν ἐν κακοπραγίαις —ἐκτραπόμενος τῆς ὁδοῦ διὰ τραχείας ἔθει φεύγων, ἐπιλελησμένος ἴσως, ὅτι νῆσος ἀλλ’ οὐκ ἤπειρός ἐστιν, ἐν ᾗ τί ὄφελος ὠκύτητος, περικλειούσης θαλάττης; ἀνάγκη γὰρ δυοῖν θάτερον, ἢ προσωτέρω χωροῦντα κατὰ τοῦ πελάγους ἐνεχθῆναι ἢ συλληφθῆναι πρὸς αὐτὸ τὸ πέρας ἥκοντα.