Ancient Greek · ~1 min
Section 187
Philo Judaeus, In Flaccum 187
Not analysed yet
βέλτιον ἄρ’ ἐν συγκρίσει κακῶν ἡ κατὰ γῆν τῆς ἐν πελάγει φθορά, ἐπειδήπερ ἀνθρώποις καὶ πᾶσι χερσαίοις οἰκειότατον ἡ φύσις χωρίον ἀπένειμε γῆν, οὐ μόνον ζῶσιν ἀλλὰ καὶ ἀποθανοῦσιν, ἵν’ ἡ αὐτὴ καὶ τὴν πρώτην ὑποδέχηται γένεσιν καὶ τὴν ἐκ τοῦ βίου τελευταίαν ἀνάλυσιν.