Ancient Greek · ~2 min
Section 207
Philo Judaeus, Legatio Ad Gaium 207
Not analysed yet
Ἡ δὲ περὶ τῆς ἀναθέσεως τοῦ ἀνδριάντος ἐπιστολὴ γράφεται, καὶ οὐχ ἁπλῶς ἀλλ’ ὡς οἷόν τε ἦν περιεσκεμμένως εἰς ἀσφάλειαν. κελεύει γὰρ Πετρωνίῳ τῷ τῆς Συρίας ἁπάσης ὑπάρχῳ, πρὸς ὃν καὶ τὴν ἐπιστολὴν ἐγεγράφει, τῆς παρ’ Εὐφράτῃ στρατιᾶς, ἣ τὴν διάβασιν τῶν ἑῴων βασιλέων καὶ ἐθνῶν παρεφύλαττε, τὴν ἡμίσειαν ἄγειν ἐπὶ τῆς Ἰουδαίας τὸν ἀνδριάντα παραπέμψουσαν, οὐχ ἵνα σεμνοποιήσῃ τὴν ἀνάθεσιν, ἀλλ’ ἵνα, εἰ διακωλύοι τις, εὐθὺς ἀπόληται.