Ancient Greek · ~2 min
Section 208
Philo Judaeus, Legatio Ad Gaium 208
Not analysed yet
τί λέγεις, ὦ δέσποτα; προειληφὼς οὐκ ἀνεξομένους, ἀλλ’ ὑπερασπιοῦντας τοῦ νόμου καὶ προαποθανουμένους τῶν πατρίων πολεμοποιεῖς; οὐ γὰρ ἔοικας δι’ ἄγνοιαν ὧν εἰκὸς ἦν ἀποβήσεσθαι τοῦ περὶ τὸ ἱερὸν ἅψασθαι νεωτερισμοῦ, προμαθὼν δὲ ἀκριβῶς τὰ μέλλοντα ὡς ἤδη παρόντα καὶ τὰ γενησόμενα ὡς χειριζόμενα τὴν στρατιὰν εἰσάγειν προσέταξας, ἵνα θυσίαις ἐναγέσι πρώταις καθιερωθῇ τὸ ἀφίδρυμα, σφαγαῖς ἀθλίων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν.