Ancient Greek · ~1 min
Section 209
Philo Judaeus, Legatio Ad Gaium 209
Not analysed yet
ὁ μὲν οὖν Πετρώνιος τὰ ἐπισταλέντα διαναγνοὺς ἐν ἀμηχάνοις ἦν, οὔτε ἐναντιοῦσθαι δυνάμενος διὰ φόβον —ᾔδει γὰρ ἀφόρητον οὐ μόνον κατὰ τῶν τὰ κελευσθέντα μὴ πραξάντων, ἀλλὰ καὶ κατὰ τῶν μὴ εὐθύς —οὔτε ἐγχειρεῖν εὐμαρῶς· ᾔδει γὰρ ἀνθ’ ἑνὸς θανάτου μυρίους ἄν, εἴπερ δυνατὸν ἦν, ἐθελήσοντας ὑπομεῖναι μᾶλλον ἢ περιιδεῖν τι τῶν ἀπειρημένων δρώμενον.