Ancient Greek · ~1 min
Section 210
Philo Judaeus, Legatio Ad Gaium 210
Not analysed yet
ἅπαντες γὰρ ἄνθρωποι φυλακτικοὶ τῶν ἰδίων ἐθῶν εἰσι, διαφερόντως δὲ τὸ Ἰουδαίων ἔθνος· θεόχρηστα γὰρ λόγια τοὺς νόμους εἶναι ὑπολαμβάνοντες καὶ τοῦτο ἐκ πρώτης ἡλικίας τὸ μάθημα παιδευθέντες ἐν ταῖς ψυχαῖς ἀγαλματοφοροῦσι τὰς τῶν διατεταγμένων εἰκόνας·