Ancient Greek · ~2 min
Section 211
Philo Judaeus, Legatio Ad Gaium 211
Not analysed yet
εἶτα ἐναργεῖς τύπους καὶ μορφὰς αὐτῶν καθορῶντες ἀεὶ τοῖς λογισμοῖς αὑτῶν τεθήπασι· καὶ τοὺς μὲν τιμητικῶς ἔχοντας ἀλλοφύλους αὐτῶν οὐχ ἧττον τῶν ἰδίων ἀποδέχονται πολιτῶν, τοῖς δὲ ἢ καθαιροῦσιν ἢ χλευάζουσιν ὡς πολεμιωτάτοις ἀπέχθονται· καὶ πεφρίκασι μὲν ἕκαστον τῶν διηγορευμένων οὕτως, ὡς ἅπασαν τὴν παρ’ ἀνθρώποις εἴτε εὐτυχίαν εἴτε εὐδαιμονίαν χρὴ καλεῖν μηδέποτ’ ἂν ὑπὲρ παραβάσεως καὶ τοῦ τυχόντος ἂν ὑπαλλάξασθαι.