Ancient Greek · ~2 min
Section 114
Philo Judaeus, Quis rerum divinarum heres sit 114
Not analysed yet
„ἐλάλησε“ φησί „κύριος πρὸς Μωυσῆν λέγων· εἰπὸν τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβετέ μοι ἀπαρχάς, παρὰ πάντων οἷς ἂν δόξῃ τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου“ (Exod. 25, 1. 2.) . οὐκοῦν κἀνταῦθα παραίνεσις μὴ ἑαυτοῖς ἀλλὰ θεῷ λαβεῖν, τίς τε ὁ διδούς ἐστιν ἐξετάζοντας καὶ τὰ δοθέντα μὴ σινομένους, ἀσινῆ δὲ καὶ ἄμωμα τέλειά τε αὖ καὶ ὁλόκληρα διαφυλάττοντας. τὰς δ’ ἀρχὰς δογματικώτατα ἀνέθηκεν αὐτῷ· τῷ γὰρ ὄντι καὶ σωμάτων καὶ πραγμάτων αἱ ἀρχαὶ κατὰ