Ancient Greek · ~1 min
Section 115
Philo Judaeus, Quis rerum divinarum heres sit 115
Not analysed yet
θεὸν ἐξετάζονται μόνον. ἐρεύνησον δέ, εἰ θέλεις γνῶναι, ἕκαστα, φυτά, ζῷα, τέχνας, ἐπιστήμας. ἆρ’ οὖν αἱ πρῶται τῶν φυτῶν σπερματικαὶ καταβολαὶ γεωργίας ἢ τῆς ἀοράτου φύσεώς εἰσιν ἀόρατα ἔργα; τί δ’ αἱ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γενέσεις; οὐχ ὡσανεὶ μὲν συναιτίους ἔχουσι τοὺς τοκέας, τὴν δ’ ἀνωτάτω καὶ πρεσβυτάτην καὶ ὡς ἀληθῶς αἰτίαν τὴν φύσιν;