Ancient Greek · ~1 min
Section 299
Philo Judaeus, Quis rerum divinarum heres sit 299
Not analysed yet
πρῶτος μὲν γὰρ ἀριθμός, καθ’ ὃν οὔτε ἀγαθῶν οὔτε κακῶν λαβεῖν ἔννοιαν ἔστιν, ἀτυπώτου τῆς ψυχῆς ὑπαρχούσης· δεύτερος δέ, καθ’ ὃν φορᾷ τῶν ἁμαρτημάτων χρώμεθα· τρίτος δέ, ἐν ᾧ θεραπευόμεθα, τὰ νοσερὰ διωθούμενοι καὶ τὴν ἀκμὴν τῶν παθῶν ἀφηβῶντες· τέταρτος δέ, ἐν ᾧ παντελοῦς ὑγιείας καὶ ῥώσεως μεταποιούμεθα, ὁπότε ἀποστρεφόμενοι τὰ φαῦλα τοῖς καλοῖς ἐγχειρεῖν δοκοῦμεν, πρότερον δὲ οὐκ