Ancient Greek · ~1 min
Section 300
Philo Judaeus, Quis rerum divinarum heres sit 300
Not analysed yet
ἔξεστι. τὸ δὲ ἄχρι τίνος, αὐτὸς μηνύσει λέγων· „οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἀνομίαι τῶν Ἀμορραίων“ (Gen. 15,16). δίδωσι δὲ ἀφορμὴν τοῖς ἀσθενεστέροις τὰ τοιαῦτα, ὡς ὑπολαμβάνειν, ὅτι Μωυσῆς εἱμαρμένην καὶ ἀνάγκην ὡς αἰτίας τῶν γινομένων ἁπάντων εἰσάγει.