Ancient Greek · ~1 min
Section 124
Philo Judaeus, Quod deus sit immutabilis 124
Not analysed yet
καὶ προσεπισφίγγων αὐτὸ τοῦτο καὶ ὥσπερ ἐναποσημαινόμενος ἐπιφέρει „καὶ μιανεῖ ὁ χρὼς ὁ ὑγιής“, ἀντιταττόμενος τῷ εἰκότι καὶ συνήθει· πάντες γὰρ οἱ ἄνθρωποι τὰ νοσοῦντα φθορὰς τῶν ὑγιαινόντων καὶ τὰ νεκρὰ τῶν ζώντων, οὐκ ἔμπαλιν τὰ ὑγιαίνοντα καὶ ζῶντα τῶν ἐναντίων, ἀλλὰ σωτήρια νομίζουσι.