Ancient Greek · ~1 min
Section 125
Philo Judaeus, Quod deus sit immutabilis 125
Not analysed yet
καινότατος δ’ ἐν ἅπασι τὴν σοφίαν ὁ νομοθέτης ὢν καὶ τοῦτο ἴδιον εἰσηγήσατο, διδάσκων ὅτι τὰ ὑγιαίνοντα καὶ ζῶντα τοῦ μὴ καθαρεύειν μιασμάτων αἴτια γίνεται· τὸ γὰρ ὑγιαῖνον καὶ ζῶν ἐν ψυχῇ χρῶμα ὡς ἀληθῶς φαινόμενον ἐπ’ αὐτῆς ἔλεγχός ἐστιν.