Ancient Greek · ~1 min
Section 112
Philo Judaeus, Quod omnis probus liber sit 112
Not analysed yet
ἐν ἀγῶνί φασιν ἱερῷ δύο ἀθλητὰς ἰσορρόπῳ κεχρημένους ἀλκῇ, τὰ αὐτὰ ἀντιδρῶντάς τε καὶ ἀντιπάσχοντας, μὴ πρότερον ἀπειπεῖν ἢ ἑκάτερον τελευτῆσαι. „δαιμόνιε, φθίσει σε τὸ σὸν μένος", εἴποι τις ἂν ἐπὶ τῶν τοιούτων.