Ancient Greek · ~1 min
Section 113
Philo Judaeus, Quod omnis probus liber sit 113
Not analysed yet
ἀλλὰ γὰρ οὖν κοτίνων μὲν χάριν καὶ σελίνων εὐκλεὴς ἀγωνισταῖς ἡ τελευτή, σοφοῖς δὲ οὐ πολὺ μᾶλλον ἐλευθερίας, ἧς ὁ πόθος ταῖς ψυχαῖς μόνον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐνίδρυται καθάπερ τι μέρος ἡνωμένον οὐ τῶν ἐπιτυχόντων, οὗ διακοπέντος ἅπασαν τὴν κοινωνίαν φθείρεσθαι συμβέβηκε;