Ancient Greek · ~1 min
Section 133
Philo Judaeus, Quod omnis probus liber sit 133
Not analysed yet
θεασάμενοι γὰρ τὸ τλητικὸν καὶ φιλότιμον ἄχρι τελευτῆς ἐν ἀλόγοις ἀήττητον, ἁρπάσαντες τὰ ὅπλα πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς ἐχθρῶν ἀγωνιούμενοι σώμασι, τραυμάτων καὶ σφαγῶν ἀλογοῦντες, ὑπὲρ τοῦ καὶ ἀποθανόντες ἐν ἐλευθέρῳ γοῦν τῷ τῆς πατρίδος ἐδάφει ταφῆναι. προτροπῆς γὰρ εἰς βελτίωσιν οὐδὲν οὕτως αἴτιον, ὡς ἡ τῶν ἀφανεστέρων ἐλπίδος μείζων κατόρθωσις.