Ancient Greek · ~1 min
Section 134
Philo Judaeus, Quod omnis probus liber sit 134
Not analysed yet
τοῦ δὲ περὶ τοὺς ὄρνιθας ἐναγωνίου μέμνηται καὶ ὁ τραγικὸς Ἴων διὰ τούτων· „οὐδ’ ὅ γε σῶμα τυπεὶς διφυεῖς τε κόρας ἐπιλάθεται ἀλκᾶς, ἀλλ’ ὀλιγοδρανέων φθογγάζεται· θάνατον δ’ ὅ γε δουλοσύνας προβέβουλε. “