Ancient Greek · ~2 min
Section 157
Philo Judaeus, Quod omnis probus liber sit 157
Not analysed yet
ὁ γοῦν Διογένης ἰδών τινα τῶν λεγομένων ἀπελευθέρων ἁβρυνόμενον καὶ πολλοὺς αὐτῷ συνηδομένους, θαυμάσας τὸ ἄλογον καὶ ἄκριτον, „ὅμοιον“ εἶπεν „ὡς εἴ τις ἀνακηρύξειέ τινα τῶν οἰκετῶν ἀπὸ ταύτης τῆς ἡμέρας εἶναι γραμματικὸν ἢ γεωμέτρην ἢ μουσικόν, οὐδ’ ὄναρ τῶν τεχνῶν ἐπῃσθημένον. “ὡς γὰρ ἐπιστήμονας οὐ ποιεῖ τὸ κήρυγμα, οὕτως οὐδὲ ἐλευθέρους —ἐπεὶ μακάριον ἦν τι —,ἀλλὰ μόνον οὐκ οἰκέτας.