Ancient Greek · ~1 min
Section 158
Philo Judaeus, Quod omnis probus liber sit 158
Not analysed yet
Ἀνελόντες οὖν τὴν κενὴν δόξαν, ἧς ὁ πολὺς ὅμιλος ἀνθρώπων ἀπῃώρηται, καὶ ἀληθείας ἱερωτάτου κτήματος ἐρασθέντες μήτε τοῖς λεγομένοις ἀστοῖς πολιτείαν ἢ ἐλευθερίαν μήτε τοῖς οἰκότριψιν ἢ ἀργυρωνήτοις δουλείαν ἐπιφημίσωμεν, ἀλλὰ γένη καὶ δεσποτικὰ γράμματα καὶ συνόλως σώματα παρελθόντες ψυχῆς φύσιν ἐρευνῶμεν.