Ancient Greek · ~1 min
Section 19
Philo Judaeus, Quod omnis probus liber sit 19
Not analysed yet
ἀνελόντες οὖν ἐκποδὼν τὰς προφασιστικὰς εὑρεσιλογίας καὶ τὰ φύσεως μὲν ἀλλότρια δόξης δ’ ἠρτημένα ὀνόματα οἰκοτρίβων ἢ ἀργυρωνήτων ἢ αἰχμαλώτων τὸν ἀψευδῶς ἐλεύθερον ἀναζητῶμεν, ᾧ μόνῳ τὸ αὐτοκρατὲς πρόσεστι, κἂν μυρίοι γράφωσι δεσπότας ἑαυτούς. ἀναφθέγξεται γὰρ ἐκεῖνο τὸ Σοφόκλειον οὐδὲν τῶν πυθοχρήστων διαφέρον· "θεὸς ἐμὸς ἄρχων, θνητὸς δ’ οὐδείς”. τῷ γὰρ ὄντι μόνος ἐλεύθερος ὁ μόνῳ θεῷ χρώμενος ἡγεμόνι,