Ancient Greek · ~1 min
Section 20
Philo Judaeus, Quod omnis probus liber sit 20
Not analysed yet
κατ’ ἐμὴν δὲ διάνοιαν καὶ τῶν ἄλλων ἡγεμών, ἐπιτετραμμένος τὰ περίγεια, οἷα μεγάλου βασιλέως, θνητὸς ἀθανάτου, διάδοχος. ἀλλ’ ὁ μὲν περὶ ἀρχῆς τοῦ σοφοῦ λόγος εἰς καιρὸν ἐπιτηδειότερον ὑπερκείσθω, τὸν δὲ περὶ ἐλευθερίας τὰ νῦν ἀκριβωτέον.