Ancient Greek · ~2 min
Section 26
Philo Judaeus, Quod omnis probus liber sit 26
Not analysed yet
ἤδη ποτ’ εἶδον ἐν ἀγῶνι παγκρατιαστῶν τὸν μὲν ἐπιφέροντα τὰς πληγὰς καὶ χερσὶ καὶ ποσὶ καὶ πάσας εὐσκόπως καὶ μηδὲν παραλελοιπότα τῶν εἰς τὸ νικᾶν ἀπειρηκότα καὶ παρειμένον καὶ πέρας ἀστεφάνωτον ἐξελθόντα τοῦ σταδίου, τὸν δὲ τυπτόμενον, ὑπὸ πυκνότητος σαρκῶν πεπιλημένον, στρυφνόν, ναστόν, ὄντως γέμοντα πνεύματος ἀθλητικοῦ, δι’ ὅλων νενευρωμένον, οἷα πέτραν ἢ σίδηρον, οὐδὲν μὲν πρὸς τὰς πληγὰς ἐνδόντα, τὴν δὲ τοῦ ἀντιπάλου δύναμιν τῷ καρτερικῷ καὶ παγίῳ τῆς ὑπομονῆς καθῃρηκότα μέχρι παντελοῦς νίκης.