Ancient Greek · ~1 min
Section 37
Philo Judaeus, Quod omnis probus liber sit 37
Not analysed yet
εἰ δέ τινας ὑπ’ ἀνδραποδοκαπήλων ἐπευωνιζομένους ἰδών τις οἴεται δούλους εὐθὺς εἶναι, πολὺ διαμαρτάνει τῆς ἀληθείας· οὐ γὰρ ἡ πρᾶσις ἢ κύριον ἀποφαίνει τὸν πριάμενον ἢ τὸν πραθέντα δοῦλον, ἐπεὶ καὶ πατέρες υἱῶν τιμὰς κατέθεσαν καὶ υἱοὶ πολλάκις πατέρων ἢ κατὰ λῃστείας ἀπαχθέντων ἢ κατὰ πόλεμον αἰχμαλώτων γενομένων, οὓς οἱ τῆς φύσεως νόμοι τῶν κάτωθεν ὄντες βεβαιότεροι γράφουσιν ἐλευθέρους.