Ancient Greek · ~1 min
Section 38
Philo Judaeus, Quod omnis probus liber sit 38
Not analysed yet
ἤδη δέ τινες καὶ προσυπερβάλλοντες εἰς τοὐναντίον περιήγαγον τὸ πρᾶγμα, δεσπόται γενόμενοι τῶν πριαμένων ἀντὶ δούλων· ἔγωγ’ οὖν ἐθεασάμην πολλάκις εὔμορφα παιδισκάρια καὶ φύσει στωμύλα δυσὶν ὁρμητηρίοις, ὄψεως κάλλει καὶ τῇ περὶ λόγους χάριτι, πορθοῦντα τοὺς κεκτημένους· ἑλεπόλεις γὰρ ταῦτα ψυχῶν ἀνιδρύτων καὶ ἀνερματίστων, μηχανημάτων ἁπάντων ὅσα ἐπ’ ἀνατροπῇ τειχῶν κατασκευάζεται σθεναρώτερα.