Ancient Greek · ~1 min
Section 39
Philo Judaeus, Quod omnis probus liber sit 39
Not analysed yet
σημεῖον δέ· θεραπεύουσιν, ἱκετεύουσιν, εὐμένειαν ὡς παρὰ τύχης καὶ ἀγαθοῦ δαίμονος αἰτεῖσθαι γλίχονται, καὶ παρορώμενοι μὲν σφαδᾴζουσιν, εἰ δ’ αὐτὸ μόνον τὸ βλέμμα ἵλεων θεάσαιντο, γεγηθότες ἀνορχοῦνται.