Ancient Greek · ~1 min
Section 40
Philo Judaeus, Quod omnis probus liber sit 40
Not analysed yet
εἰ μὴ καὶ τὸν λέοντας ὠνησάμενον δεσπότην φατέον εἶναι λεόντων, ὅς, εἰ μόνον ἐπανατείναιντο τὰς ὄψεις, οἵους ἐπρίατο κυρίους ὁ δύστηνος, ὡς χαλεποὺς καὶ ὠμοθύμους, αὐτίκα παθὼν εἴσεται. τί οὖν; οὐκ οἰόμεθα τὸν σοφὸν ἀδουλωτότερον εἶναι λεόντων, ἐλευθέρᾳ καὶ ἀτρώτῳ ψυχῇ τὴν ἀλκὴν ἔχοντα μᾶλλον ἢ εἰ σώματι φύσει δούλῳ καὶ εὐτονίᾳ κραταιοτάτῃ ἰσχύος ἀφηνιάζοι;