Ancient Greek · ~1 min
Section 41
Philo Judaeus, Quod omnis probus liber sit 41
Not analysed yet
Μάθοι δ’ ἄν τις τὴν ἐλευθερίαν, ἣ περὶ τὸν σπουδαῖόν ἐστι, καὶ ἐξ ἑτέρων· δοῦλος εὐδαίμων πρὸς ἀλήθειαν οὐδείς· τί γὰρ ἀθλιώτερον ἢ πάντων ἄκυρον εἶναί τινα καὶ ἑαυτοῦ; ὁ δέ γε σοφὸς εὐδαίμων, ἕρμα καὶ πλήρωμα καλοκἀγαθίας ἐπιφερόμενος, ἐν ᾗ τὸ κῦρός ἐστιν ἁπάντων·