Ancient Greek · ~2 min
Section 42
Philo Judaeus, Quod omnis probus liber sit 42
Not analysed yet
ὥστ’ ἀναμφιβόλως καὶ ἐξ ἀνάγκης ὁ σπουδαῖος ἐλεύθερός ἐστι. πρὸς τούτοις τίς οὐκ ἂν εἴποι τοὺς φίλους τῶν θεῶν ἐλευθέρους εἶναι; εἰ μὴ τοῖς μὲν τῶν βασιλέων ἑταίροις ἄξιον οὐ μόνον ἐλευθερίαν ἀλλὰ καὶ ἀρχὴν ὁμολογεῖν συνεπιτροπεύουσι καὶ συνδιέπουσι τὴν ἡγεμονίαν, τοῖς δὲ θεῶν τῶν ὀλυμπίων δουλείαν ἐπιφημιστέον, οἳ διὰ τὸ φιλόθεον εὐθὺς γενόμενοι θεοφιλεῖς, ἴσῃ ἀντιτιμηθέντες εὐνοίᾳ παρ’ ἀληθείᾳ δικαζούσῃ, καθάπερ οἱ ποιηταί φασι, πανάρχοντές τε καὶ βασιλέες βασιλέων εἰσί. νεανικώτερον δ’ ὁ τῶν Ἰουδαίων νομοθέτης προσυπερβάλλων,