Ancient Greek · ~1 min
Section 53
Philo Judaeus, Quod omnis probus liber sit 53
Not analysed yet
ὁ δὲ Ζήνων, εἰ καί τις ἄλλος ὑπ’ ἀρετῆς ἀχθείς, νεανικώτερον ἀποδείκνυσι περὶ τοῦ μὴ εἶναι τοῖς φαύλοις ἰσηγορίαν πρὸς ἀστείους. φησὶ γάρ· „οὐκ οἰμώξεται μὲν ὁ φαῦλος, ἐὰν ἀντιλέγῃ τῷ σπουδαίῳ; οὐκ ἄρ’ ἐστὶν ἰσηγορία τῷ φαύλῳ πρὸς σπουδαῖον. “