Ancient Greek · ~2 min
Section 62
Philo Judaeus, Quod omnis probus liber sit 62
Not analysed yet
Ἐπεὶ δέ τινες τῶν ἥκιστα κεχορευκότων Μούσαις λόγων ἀποδεικτικῶν οὐ συνιέντες, οἳ τὰς καθόλου τῶν πραγμάτων ἐμφάσεις παριστᾶσιν, εἰώθασιν ἐρωτᾶν· τίνες οὖν ἢ πρότερον γεγόνασιν ἄνδρες ἢ νῦν εἰσιν, ὁποίους ἀναπλάττετε; καλόν γε ἀποκρίνασθαι, ὅτι καὶ πάλαι τινὲς ἦσαν οἳ τῶν καθ’ ἑαυτοὺς ἀρετῇ διέφερον, ἡγεμόνι μόνῳ θεῷ χρώμενοι καὶ κατὰ νόμον, τὸν ὀρθὸν φύσεως λόγον, ζῶντες, οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἐλευθέρου φρονήματος ἀναπιμπλάντες, καὶ ἐφ’ ἡμῶν αὐτῶν ἔτ’ εἰσὶν ὥσπερ εἰκόνες ἀπὸ ἀρχετύπου γραφῆς, σοφῶν ἀνδρῶν καλοκἀγαθίας, τυπωθέντες.