Ancient Greek · ~2 min
Section 63
Philo Judaeus, Quod omnis probus liber sit 63
Not analysed yet
οὐ γάρ, εἰ αἱ τῶν ἀντιλεγόντων ψυχαὶ κεχηρεύκασιν ἐλευθερίας, ὑπ’ ἀφροσύνης καὶ τῶν ἄλλων κακιῶν δουλαγωγηθεῖσαι, διὰ τοῦτο καὶ τὸ τῶν ἀνθρώπων γένος. εἰ δὲ μὴ κατὰ στίφη μεγάλα προΐασιν ἀγεληδόν, θαυμαστὸν οὐδέν· πρῶτον μέν, ὅτι τὰ λίαν καλὰ σπάνια, εἶτ’ ἐπειδὴ τὸν τῶν εἰκαιοτέρων ἐκτρεπόμενοι πολὺν ὅμιλον θεωρίᾳ τῶν τῆς φύσεως σχολάζουσιν, εὐχόμενοι μέν, εἴ πως ἐνῆν, ἐπανορθώσασθαι τὸν βίον—κοινωφελὲς γὰρ ἡ ἀρετή —,τὸ δὲ ἀδυνατοῦντες, πλημμυρούντων κατὰ πόλεις ἀλλοκότων πραγμάτων, ἃ ψυχῆς πάθη καὶ κακίαι συνηύξησαν, ἀποδιδράσκουσιν, ὡς μὴ τῇ ῥύμῃ τῆς φορᾶς καθάπερ ἀπὸ χειμάρρου βίας κατασυρεῖεν.