Ancient Greek · ~1 min
Section 64
Philo Judaeus, Quod omnis probus liber sit 64
Not analysed yet
ἡμᾶς δέ, εἰ βελτιώσεως ζῆλός τις ἦν, ἰχνηλατεῖν ἔδει τὰς τούτων καταδύσεις καὶ ἱκέτας καθεζομένους παρακαλεῖν, ἵνα τεθηριωμένον τὸν βίον προσελθόντες ἐξημερώσωσιν, ἀντὶ πολέμου καὶ δουλείας καὶ κακῶν ἀμυθήτων εἰρήνην καὶ ἐλευθερίαν καὶ τὴν τῶν ἄλλων ἀγαθῶν ἀφθονίαν περιρρεομένην καταγγείλαντες.