Ancient Greek · ~1 min
Section 65
Philo Judaeus, Quod omnis probus liber sit 65
Not analysed yet
νυνὶ δὲ χρημάτων μὲν ἕνεκα πάντας μυχοὺς ἐρευνῶμεν καὶ γῆς στρυφνὰς καὶ ἀποκρότους φλέβας ἀναστέλλομεν, καὶ μεταλλεύεται μὲν πολλὴ τῆς πεδιάδος, μεταλλεύεται δὲ οὐκ ὀλίγη τῆς ὀρεινῆς, χρυσὸν καὶ ἄργυρον, χαλκόν τε καὶ σίδηρον, καὶ τὰς ἄλλας ὕλας ἀναζητούντων.