Ancient Greek · ~1 min
Section 66
Philo Judaeus, Quod omnis probus liber sit 66
Not analysed yet
θεοπλαστοῦσα δὲ ἡ κενὴ δόξα τὸν τῦφον ἄχρι καὶ βυθοῦ κατέβη θαλάττης διερευνωμένη, μή τι τῶν πρὸς αἴσθησιν ἀφανὲς ἐναπόκειταί που καλόν· καὶ λίθων ποικίλων καὶ πολυτελῶν ἀνευροῦσα ἰδέας, τὰς μὲν πέτραις προσπεφυκυίας, τὰς δ’ ὀστρέοις, αἳ καὶ τιμαλφέστεραι γεγόνασιν, ὄψεως ἀπάτην ἐξετίμησε.