Ancient Greek · ~1 min
Section 67
Philo Judaeus, Quod omnis probus liber sit 67
Not analysed yet
φρονήσεως δὲ ἢ σωφροσύνης ἢ ἀνδρείας ἢ δικαιοσύνης ἕνεκα γῆ μὲν ἀπόρευτός ἐστι καὶ ἡ βάσιμος, πελάγη δὲ ἄπλωτα τὰ καθ’ ἑκάστην ὥραν τοῦ ἔτους ναυκλήροις ἐμπλεόμενα.