Ancient Greek · ~1 min
Section 95
Philo Judaeus, Quod omnis probus liber sit 95
Not analysed yet
ὁ δὲ εὐθυβόλως πάνυ καὶ εὐγενῶς "τίνος οὖν“ εἶπεν "ἄξιόν με τοῖς Ἕλλησιν ἐπιδείξεις, Ἀλέξανδρε, εἴ γε ἀναγκασθήσομαι ποιεῖν ἃ μὴ βούλομαι; “ἆρ’ οὐ γέμων μὲν παρρησίας ὁ λόγος, πολὺ δὲ μᾶλλον ἐλευθερίας ὁ νοῦς; ἀλλὰ γὰρ καὶ ἐν τοῖς βεβαιοτέροις φωνῶν γράμμασιν ἤθους ἀδουλώτου τύπους ἐστηλίτευσεν ἀριδήλους.