Ancient Greek · ~4 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 17-3
Not analysed yet
μὴ ϲκ[αι]ῶϲ ἀλλ᾿ ἐμμελῶϲ ἀ-
ναϲ[τ]ρ[έ]φεϲθαι. κἀκεῖνο δὲ
χρηϲτ[ο]μαθῶϲ εἴρηται τὸ
ϲαίνε[ϲθαι] μὲν καὶ τοὺϲ ἰδ[ι-
ώταϲ ὑπὸ τῆϲ οἰκειότητοϲ,
παραλαμβάνειν [γ]έ τοι καὶ
ἀκροάματ᾿ εἰϲ τὰ ϲυμπόϲι-
α], διαπίπτειν δὲ τῷ μὴ
τὸν Ὅμηρον καὶ τὸν Ἡϲίο-
δον καὶ τοὺϲ ἄλλουϲ π[ο]ητὰϲ
τῶν μέτρων καὶ μελῶν·
βελτίω γὰρ ἔϲτῳ τὰ χρώμε-
να ϲυμπόϲια τοῖϲ τούτων·
μουϲικῆ δὲ πῶϲ ἄμεινον
χρῆ[τ]αι ποητὰϲ ἀλλ᾿ οὐ μου-
ϲικ[ο]ὺϲ τούϲ γε τῶν μέτρων
εἰϲ[ά]γοντα; κἀν τῷ λοιπῶ
βίῳ τοιγαροῦν ἐκ τινῶν
χρόνων, εἰ καὶ μὴ παρ᾿ ὅ-
λον ϲχεδόν, ὡϲ οὗτοϲ ἔγρα-
ψε, ποι[κί]λη[ν] διαγωγὴν
ὑπὸ [τῶν μ]ουϲικῶν παρα-
ϲευ[άζ]εϲθαι προϲδεχόμε-
νοι τὸ π[ο]ικίλον καὶ πλεῖ-
ον ὑπ[ὸ τ]ῶν ϲυμπλεκομέ-
νων γ[ίνε]ϲθαι φήϲομεν, οὐ-
χ ὑ[πὸ] τῆϲ μουϲικῆϲ
α[ὐτῆϲ, ἅτι]να δὲ δὴ γρά-
φοι τ[ὴν ψυχα]γωγίαν ἰδί-
ᾳ π[επορίϲ]θαι παρὰ τοῖϲ
μελ[οπ]ο[ιοῖ]ϲ καὶ τυγχάνειν
ἐπιϲτάϲε[ω]ϲ ὑπὸ Χαμαιλέ-
οντοϲ, ἄπ[α]ντα ϲχ[ε]δὸν δι-
ανοημά[τω]ν εἶναι καὶ πο-
ητικ[ῆϲ χρ]ώματα. πάλι
δ[ὲ λέγομε]ν, ἐπεὶ πρὸϲ τὸν
ἔρωτα τὴ[ν] μουϲικὴν οὐ-
θὲν ἂν ε[ὕρο]μ[εν] χ[ρη]ϲι-
μεύουϲα[ν, οὐ]δὲ πρὸϲ φιλ[ί-
αν οἰκε[ίωϲ] προϲφέρεϲθαι
[πρὸϲ