Ancient Greek · ~4 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 18-2
Not analysed yet
ϲυμ[πόϲια διδόντεϲ ἐναρ-
μό[τ]τειν [α]ὐτήν, τὸ δὲ μόνον
τέλο[ϲ] αὐτῶν εἶναι φι-
λοφροϲύ[ν]ην οὐ τιθέντεϲ,
ἀλλὰ καί τιν᾿ ἕτερα, πρὸϲ τὴν
ἡδονήν, οὐ πρὸ[ϲ] ἐκείνην χρη-
ϲιμεύειν ὁμολογήϲομεν· ὥϲ-
τ᾿ οὐδὲ πρὸϲ [φ]ιλίαν· καὶ τούτων
ἐναργὲϲ ἑκάτερον εἶναι, τό τε
ἐπιτερπῶϲ [ἡμ]ᾶϲ ἀ[κρο]ωμέ-
νουϲ τῆϲ μουϲ[ι]κῆϲ δια[τί]θε-
ϲθαι καὶ τὸ μηδέποτε [μ]ηδὲν
αὑτοῖϲ ϲυνιϲτορηκέναι πρὸϲ
φιλοφροϲύνην καὶ φιλίαν ἐ-
πι[ϲ]τατικὸν ἐκ μελῶν καὶ ῥυ-
θμῶν ἐϲχη[κ]όϲιν· οὐδ᾿ ἀν-
είηϲι δὲ τα[ῦτ]α καὶ ἀφιλ[α]ροῖ,
τὰ δὲ ϲυμπεπλεγ[μ]ένα αὐ-
τοῖϲ διανοήμα[τ᾿, ἀ]λλὰ τοὐ-
ναντίον ἀναμέλ[π]εταί τ[ε
κα[ὶ] ἀκου[ό]μ[ε]ν[α] καθικνεῖ-
ται πά[ντω]ν ἀνειμένων
καὶ διακε[ιμέ]ν[ων ἱ]λαρῶϲ.
οὐ μὴ[ν] ἀλ[λ]ὰ [κἂν] ἀνιῇ καὶ
ἱ]λαροὺϲ π[οι]ῇ καθάπ[ερ] ἀπό-
λαυϲ[ιϲ π]ο[τῶν] τε [καὶ] βρω-
τῶν κα[ὶ πᾶϲ᾿ ἡδον]ή, φιλίαϲ
καὶ ὁμο[νοίαϲ οὐ]κ ἂν αἰτί-
α[ν ν]ο[μίζοιμεν], ο[ὐδ]ὲ ταύτη
μόν[η], μ[ὴ ὑπ᾿ ἄ]λλων κατὰ
τ]ὰϲ ἱ[λ]αρ[ό]τη[ταϲ] ἡμᾶϲ μά-
λι]ϲτα γίνεϲθ[α]ι δ[ι]αλυτι-
κούϲ. Λακ[εδ]αιμονίουϲ
δὲ τοῖϲ ἀδιανοήτοιϲ οὐ
προϲιέμ[εθ]α μαρτυροῦν-
ταϲ, ὅτι καὶ πυ[θ]όχρηϲτον
ἔϲχον μεταπ[έ]μψ[α]ϲθαι Θα-
λήταν καὶ π[αρ]α[γ]ενομέ-
νου τῆϲ διχο[νοί]αϲ [ἔλ]ηξαν·
εἰ δὴ μαρ[τυρο]ῦϲ[ιν], ἀλλ᾿ ο[ὐ
μόνον εἵπ[οντο] τοῖϲ πεπλα-
κόϲι [τ]ἀρ[χαῖα] καὶ μουϲι-
κοῖϲ· ἄλλο[ι γὰρ] ἀντιλέγου-
ἀλ[α-