Ancient Greek · ~5 min
Column 10
Philodemus, P.Herc. 1065 10
Not analysed yet
τὸν ἡμέτερον λόγον αὐτὸς ὑπὲρ τοῦ μέγαν εἶναι τὸν ἥλιον κατὰ τὸ ὑποκείμενον τοιαύτηι χρᾶται σημειώσει· τὰ παρ' ἡμῖν ὅσα βραδείας ποιεῖται τὰς παρὰ τὰ ἐπιπροσθετοῦντ' ἐκφάσεις ἤτοι παρὰ τὸ βραδέως κινεῖσθαι πάσχει τοῦτο ἢ παρὰ τὸ μεγάλα σφοδρ' ἔχειν τὰ μεγέθη· καὶ τὸν ἥλιον οὖν ἀναγκαῖον, ἐπεὶ βραδέως ἐκφαίνεται, τῶν δυεῖν πεπονθέναι θἄτερον· κ αὶ βραδέως μὲν οὐ κ ινεῖται δήπου, καθὼς ἐν δώδεχ' ὥραις τ ὴν ἀπ' ἀνατολῆς εἰς δύσιν ὁδὸν ἀνύει, διάστημ α μέγα τοῦτο συ νεχῶ ς. ρ ουν ν τι διὰ τὰς διαστάσεις μεταβλητὸν ὁρῶντι αιτ ωνευς ον ἐστίν, ὡς καὶ ὁ λόγος αὐτοῦ κατὰ τὴν ὁμοιότητα τὴν πρὸς τὰ παρ' ἡμῖν ἐρευνώμενος ὁμοίως ἀνατραπήσετ' εἴπερ οὐκ ἔστιν ὁ κατὰ τὴν ὁμοιότητα τρόπος ἀναγκαστικός. ἔστω γὰρ τὰ παρ' ἡμῖν τὰς ἐκφ ά σεις ποιούμενα βραδείας ἢ κινεῖσθαι βραδέως ἢ μεγάλαις κεχρῆσθαι χ ώραις. ἀλλὰ τίς ἀνάγκη καὶ τὸν ἥλιον βραδέως παρεξιόντα διὰ τὰς αἰτία ς ταύτας τοῦτο πᾶσ χειν; ἐκποιεῖ γὰρ παρ' ἄλλην ἰδίαν καὶ διαλλάττουσαν τῶν παρ' ἡμῖν. οὐ γὰρ αὖ πάντα μὲν τὰ παρ' ἡ μῖν τὰς χρόας τρανεῖς ἔχοντα φαινομένας ἰ δία ν δύναται λαμβάνειν παραλλαγὴν ἐπὶ τὸ μεῖζον ἢ τοὔ